Luke 9:10-17

10Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατ᾽ ἰδίαν εἰς
 πόλιν καλουμένην Βηθσαϊδά = WH Treg NA/NIV: || τόπον ἔρημον πόλεως καλουμένης Βηθσαϊδάν = RP
πόλιν καλουμένην Βηθσαϊδά ⸃.
11οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ. καὶ
 ἀποδεξάμενος = WH Treg NA/NIV: || δεξάμενος = RP
ἀποδεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο.

12 δὲ ἡμέρα ἤρξατο κλίνειν· προσελθόντες δὲ οἱ δώδεκα εἶπαν αὐτῷ· Ἀπόλυσον τὸν ὄχλον, ἵνα
 πορευθέντες = WH Treg NA/NIV: || ἀπελθόντες = RP
πορευθέντες εἰς τὰς κύκλῳ κώμας
 καὶ = WH NA/NIV: || καὶ τοὺς = Treg RP
καὶ ἀγροὺς καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν, ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν.
13εἶπεν δὲ πρὸς αὐτούς· Δότε αὐτοῖς
 ὑμεῖς φαγεῖν = Treg NA/NIV RP: || φαγεῖν ὑμεῖς = WH
ὑμεῖς φαγεῖν ⸃. οἱ δὲ εἶπαν· Οὐκ εἰσὶν ἡμῖν πλεῖον
 ἄρτοι πέντε = WH NA/NIV: || πέντε ἄρτοι = Treg RP
ἄρτοι πέντε ⸃ καὶ ἰχθύες δύο, εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα.
14ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι. εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· Κατακλίνατε αὐτοὺς κλισίας
 ὡσεὶ = WH Treg NA/NIV: || [omit] = RP
ὡσεὶ ἀνὰ πεντήκοντα.
15καὶ ἐποίησαν οὕτως καὶ
 κατέκλιναν = WH Treg NA/NIV: || ἀνέκλιναν = RP
κατέκλιναν ἅπαντας.
16λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς
 παραθεῖναι = WH Treg NA/NIV: || παρατιθέναι = RP
παραθεῖναι τῷ ὄχλῳ.
17καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα.

Copyright information for SBLG